Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.220 Joseph. AJ 17.225 (English) >>Joseph. AJ 17.229

17.223μεταπέμψας δὲ τοὺς φρουράρχους καὶ ὁπόσοι διοικηταὶ τῶν πραγμάτων ἦσαν λόγους τε ἀπαιτεῖν πρόδηλος ἦν καὶ τὰς ἄκρας καθίστατο αὐτῷ δοκοῖ. οὐ μὴν οἱ φύλακες ἐν ὀλίγῳ τὰς Ἀρχελάου ἐπιστολὰς ἐποιοῦντο, ἀλλʼ ἔμενον σώζοντες τὰ πάντα προσετέτακτο αὐτοῖς. Καίσαρι δὲ φυλάσσειν ἕκαστʼ ἦν προσποίησις αὐτοῖς. 17.224

Πλεῖ δὲ κατὰ τοῦτον τὸν καιρὸν ἐπὶ Ῥώμης καὶ Ἀντίπας Ἡρώδου μὲν παῖς, ἐπὶ δʼ ἀντιποιήσει τῆς ἀρχῆς ὑποσχέσεσι Σαλώμης ἠρμένος ἐπὶ τῷ ἄρχειν καὶ πολὺ δικαιότερον Ἀρχελάου παραλήψεσθαι τὰ πράγματα ἠξιωκὼς τῷ κατὰ τὰς προτέρας διαθήκας βασιλεὺς ἀποπεφάνθαι, ἃς ἀσφαλεστέρας εἶναι τῶν ἐπιγραφεισῶν. 17.225ἐπήγετο δὲ οὗτος τήν τε μητέρα καὶ τὸν ἀδελφὸν τὸν Νικολάου Πτολεμαῖον φίλον τε Ἡρώδῃ τιμιώτατον γεγενημένον καὶ αὐτῷ προσκείμενον. 17.226μάλιστα δὲ αὐτὸν ἐνῆγεν ἐπʼ ἀντιποιήσει τῆς βασιλείας φρονεῖν Εἰρηναῖος ῥήτωρ ἀνὴρ καὶ δόξῃ δεινότητος τῆς περὶ αὐτῷ τὴν βασιλείαν πεπιστευμένος. διὸ δὴ καὶ τῶν κελευόντων εἴκειν Ἀρχελάῳ πρεσβυτέρῳ τε ὄντι κἀν ταῖς ἐπιδιαθήκαις ὑπὸ τοῦ πατρὸς ἐγγεγραμμένῳ βασιλεῖ οὐκ ἠνείχετο. 17.227ἐπεὶ δʼ εἰς τὴν Ῥώμην ἀφίκετο, καὶ πάντων τῶν συγγενῶν ἀπόστασις ἦν πρὸς αὐτόν, οὐκ εὐνοίᾳ τῇ ἐκείνου, μίσει δὲ τῷ πρὸς Ἀρχέλαον, μάλιστα μὲν ἐπιθυμοῦντες ἐλευθερίας καὶ ὑπὸ Ῥωμαίων στρατηγῷ τετάχθαι, εἰ δʼ ἄρα τι ἀντισταίη, λυσιτελέστερον Ἀρχελάου τὸν Ἀντίπαν λογιζόμενοι, συνέπραττον Ἀντίπᾳ τὴν βασιλείαν. καὶ Σαβῖνος κατηγόρει παρὰ Καίσαρι τοῦ Ἀρχελάου διὰ γραμμάτων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.220 Joseph. AJ 17.225 (English) >>Joseph. AJ 17.229

Powered by PhiloLogic